'Αλλοι Ύμνοι

ΤΕΡΠΑΝΔΡΟΣ

αμφί μοι αύτις άναχθ' εκατηβόλον αειδέτω φρήν.
Ζεύ πάντων αρχά, πάντων αγήτωρ, 
Ζεύ σοί πέμπω ταύταν ύμνων αρχάν.

ΑΡΙΦΡΩΝ

Ύμνος στην Υγεία

`Υγίεια βροτοίσι πρεσβίστα μακάρων, μετά σεύ 
ναίοιμι τό λειπόμενον βιοτάς, σύ δέ μοι πρόφρων ξυνείης: 
ει γάρ τις ή πλούτου χάρις ή τεκέων 
ή τάς ισοδαίμονος ανθρώποις βασιληίδος αρχάς ή πόθων 
ούς κρυφίοις 'Αφροδίτας έρκεσιν θηρεύομεν, 
ή εί τις άλλα θεόθεν ανθρώποισι τέρψις ή πόνων 
αμπνοά πέφανται, 
μετά σείο, μάκαιρ' `Υγίεια, 
τέθαλε καί λάμπει Χαρίτων οάροις: 
σέθεν δέ χωρίς ούτις ευδαίμων έφυ.



 

 

 


 

ΜΟΥΣΑΙ

'Αλλ' όγε πευθόμενος πάγχυ Γραικοίσι μέλεσθαι 
Τιμόθεον, κιθάρης ίδμονα καί μελέων, 
υιόν Θερσάνδρου †τόν ήνεσεν ανέρα σίγλων 
χρυσείων ιερήν δή τότε χιλιάδα 
υμνήσαι ταχέων τ' '~Ωπιν βλήτειραν οϊστών, 
ή τ' επί Κεγχρείω τίμιον οίκον έχει, 
. . . . . . . . 
μηδέ θεής προλίπη Λητωΐδος ακλέα έργα. 
... ως 'Αγαθοκλείος λάσιαι φρένες ήλασαν έξω 
πατρίδος. 'Αρχαίων ήν όδ' ανήρ προγόνων, 
ειδώς εκ νεότητος αεί ξείνοισιν ομιλείν 
ξείνος, Μιμνέρμου δ' †εις έπος άκρον ιών 
παιδομανεί σύν έρωτι ποτήν ίσον†: έγραφε δ' ωνήρ 
εύ παρ' `Ομηρείην αγλαΐην επέων 
πισύγγους ή φώρας αναιδέας ή τινα χλούνην 
φλύοντ' ανθηρή σύν κακοδαιμονίη, 
οία Συρηκόσιος, καί έχων χάριν: ός δέ Βοιωτού 
έκλυεν, Ευβοίω τέρπεται ουδ' ολίγον. 
Οί καί επ' 'Ασκανίων δώματ' έχουσι ροών 
λίμνης 'Ασκανίης επί χείλεσιν, ένθα Δολίων 
υιός Σειληνού νάσσατο καί Μελίης. 
`Ο δ' 'Αναξαγόρου τρόφιμος χαού στρυφνός μέν έμοιγε προσειπείν, 
καί μισογέλως, καί τωθάζειν ουδέ παρ' οίνω μεμαθηκώς, 
αλλ' ό,τι γράψαι τούτ' άν μέλιτος καί Σειρήνων ετετεύχει.









 

 
Εστία[ι]

`Ιεράν ιερών άνασσαν 
`Εστίαν υμνήσομεν, ά καί ''Ολυμπον 
καί μυχόν γαίας μεσόμφαλον αεί 
Πυθίαν τε δάφναν κατέχουσα 
ναόν αν' υψίπυλον Φοίβου χορεύεις 
τερπομένα τριπόδων θεσπίσμασι, 
καί χρυσέαν φόρμιγγ' 'Απόλλων 
οπηνίκ' άν επτάτονον 
κρέκων μετά σού θαλιάζον-
τας θεούς ύμνοισιν αύξη. 
Χαίρε Κρόνου θύγατερ 
καί `Ρέας, μούνα πυρός αμφιέπουσα 
βωμούς αθανάτων εριτίμους, 
`Εστία, δίδου δ' αμοιβάς 
εξ οσίων πολύν ημάς 
όλβον έχοντας αεί λιπαρόθρονον 
αμφί σάν θυμέλαν χορεύειν.


 

ορσόλοπος μέν ''Αρης φιλεί μεναίχμην 
ηδυμελές χαρίεσσα χελιδοί 
μνάται δηύτε φαλακρός ''Αλεξις 
πολιοί μέν ημίν ήδη 
κρόταφοι κάρη τε λευκόν, 
χαρίεσσα δ' ουκέτ' ήβη 
πάρα, γηραλέοι δ' οδόντες, 
γλυκερού δ' ουκέτι πολλός 
βιότου χρόνος λέλειπται: 
διά ταύτ' ανασταλύζω 
θαμά Τάρταρον δεδοικώς: 
'Αίδεω γάρ εστι δεινός 
μυχός, αργαλή δ' ες αυτόν 
κάτοδος: καί γάρ ετοίμον 
καταβάντι μή αναβήναι. 
φέρ' ύδωρ φέρ' οίνον ώ παί φέρε <δ'> ανθεμόεντας ημίν 
στεφάνους ένεικον, ως δή πρός ''Ερωτα πυκταλίζω. 
πλεκτάς 
δ' υποθυμίδας περί στήθεσι λωτίνας έθεντο. 
αστραγάλαι δ' ''Ερωτός εισιν 
μανίαι τε καί κυδοιμοί 
εκδύσα κιθώνα δωριάζειν 
παρά δηύτε Πυθόμανδρον 
κατέδυν ''Ερωτα φεύγων. 
διά δηύτε Καρικουργέος 
οχάνου χείρα τιθέμενοι
έραμαι <δέ> τοι συνηβάν 
χαρίεν γάρ έχεις ήθος. 
καλόν είναι τώι ''Ερωτι τά δίκαιά φησιν. 
εμέ γάρ λόγων είνεκα παίδες άν φιλέοιεν: 
χαρίεντα μέν γάρ άιδω, χαρίεντα δ' οίδα λέξαι. 
ασήμων 
υπέρ ερμάτων φορέομαι. 
νεότης τε κυγιείη 
χθόνιον δ' εμαυτόν ήρεν. 
από δ' εξείλετο θεσμόν μέγαν, 
αλλά πρόπινε 
ραδινούς ώ φίλε μηρούς, 
αγανώς οίά τε νεβρόν νεοθηλέα 
γαλαθηνόν ός τ' εν ύληι κεροέσσης 
απολειφθείς από μητρός επτοήθη. 
καθαρήι δ' εν κελέβηι πέντε <τε> καί τρείς αναχείσθω. 
επί δ' οφρύσιν σελίνων στεφανίσκους 
θέμενοι θάλειαν εορτήν αγάγωμεν 
Διονύσωι 
από μοι θανείν γένοιτ': ου γάρ άν άλλη 
λύσις εκ πόνων γένοιτ' ουδάμα τώνδε, 
Διονύσου σαύλαι Βασσαρίδες 
ου δηύτέ μ' εάσεις μεθύοντ' οίκαδ' απελθείν 
μεγάλωι δηύτέ μ' ''Ερως έκοψεν ώστε χαλκεύς 
πελέκει, χειμερίηι δ' έλουσεν εν χαράδρηι. 
απέκειρας δ' απαλής κόμης άμωμον άνθος: 
Σικελόν κότταβον αγκύληι δαΐζων 
εγώ δέ μισέω 
πάντας όσοι χθονίους έχουσι ρυσμούς 
καί χαλεπούς: μεμάθηκά σ', ώ Μεγιστή, 
τών αβακιζομένων, 
πώλε Θρηικίη, τί δή με 
λοξόν όμμασι βλέπουσα 
νηλέως φεύγεις, δοκείς δέ 
μ' ουδέν ειδέναι σοφόν; 
ίσθι τοι, καλώς μέν άν τοι 
τόν χαλινόν εμβάλοιμι, 
ηνίας δ' έχων στρέφοιμί 
σ' αμφί τέρματα δρόμου: 
νύν δέ λειμώνάς τε βόσκεαι 
κούφά τε σκιρτώσα παίζεις, 
δεξιόν γάρ ιπποπείρην 
ουκ έχεις επεμβάτην. 
κλύθί μεο γέροντος ευέθειρα χρυσόπεπλε κούρα 
αλκίμων σ' ώ 'ριστοκλείδη πρώτον οικτίρω φίλων: 
ώλεσας δ' ήβην αμύνων πατρίδος δουληΐην. 
εύτέ μοι λευκαί μελαίνηισ' αναμεμείξονται τρίχες, 
αι δέ μεο φρένες 
εκκεκωφέαται: 
Θρηικίην σίοντα χαίτην 
κοίμισον δέ, Ζεύ, σόλοικον φθόγγον 
καί θάλαμος εν ώι κείνος ουκ έγημεν αλλ' εγήματο. 
ξείνοισίν εστε μειλίχοισιν εοικότες 
στέγης τε μούνον καί πυρός κεχρημένοις. 
πάλαι ποτ' ήσαν άλκιμοι Μιλήσιοι. 
μηδ' ώστε κύμα πόντιον 
λάλαζε, τήι πολυκρότηι 
σύν Γαστροδώρωι καταχύδην 
πίνουσα τήν επίστιον. 
ερέω τε δηύτε κουκ ερέω 
καί μαίνομαι κου μαίνομαι. 
ο μέν θέλων μάχεσθαι, 
πάρεστι γάρ, μαχέσθω. 
λίην δέ δή λιάζεις 
κου μοκλόν εν θύρηισι διξήισιν βαλών 
ήσυχος κατεύδει. 
κνυζή τις ήδη καί πέπειρα γίνομαι 
σήν διά μαργοσύνην. 
εγώ δ' έχων σκύπφον 'Ερξίωνι 
τώι λευκολόφωι μεστόν εξέπινον, 
στεφάνους δ' ανήρ τρείς έκαστος είχεν, 
τούς μέν ροδίνους, τόν δέ Ναυκρατίτην: 
κατηρεφέες παντοίων αγαθών 
χείρά τ' εν ηγάνωι βαλείν 
εγώ δ' απ' αυτής φεύγω ώστε κόκκυξ. 
βούλεται απεροπός ημίν είναι: 
πλέξαντες μηροίσι πέρι μηρούς 
οράν αεί λίην πολλοίσι γάρ μέλεις. 
διά δέ δειρήν έκοψε μέσην 
κάδ δέ λώπος εσχίσθη 
κωμάζει δέ ως άν δεί Διόνυσος, 
†μελαμφύλλωι δάφναι χλωράι τ' ελαίαι τανταλίζει
υβρισταί καί ατάσθαλοι καί ουκ ειδότες 
εφ' ούς τά βέλη κυκλώσεσθε. 
αλιπόρφυρον ρέγος: 
άστυ Νυμφέων 
επίσταται τυραννικά, 
έρωτα πίνων 
ήλιε καλλιλαμπέτη 
κόρωνα βαίνων 
κωτίλη χελιδών 
οινηρός θεράπων 
οινοπότις γυνή, 
ραδινούς πώλους 
ρεραπισμένωι νώτωι 
σαύλα βαίνειν, 
τακερός δ' ''Ερως 
φόρτον ''Ερωτος,.